Δευτέρα 1 Απριλίου 2013

ΙΛΙΑΔΟΣ ΡΑΨΩΔΙΑ Α


ΡΑΨ.Α ΛΟΙΜΟΣ ΚΑΙ ΜΗΝΙΣ
Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος οὐλομένην, ἣ μυρί᾿ Ἀχαιοῖς ἄλγε᾿ ἔθηκε,
πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι· Διὸς δ᾿ ἐτελείετο βουλή,  ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
 
Η ΜΟΥΣΑ ΚΑΛΛΙΟΠΗ ΕΜΠΝΕΕΙ ΤΟΝ ΟΜΗΡΟ! Meynier, Charles 1800 Cleveland Museum of Art
 
Η ΣΚΛΗΡΟΤΗΤΑ ΤΟΥ ΑΓΑΜΕΜΝΩΝΑ
Ἔνθ᾿ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θ᾿ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· ἀλλ᾿ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλε·
«Μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω ἢ νῦν δηθύνοντ᾿ ἢ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο· τὴν δ᾿ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν  ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν· ἀλλ᾿ ἴθι, μή μ᾿ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.»
 


Ο ΑΓΑΜΕΜΝΩΝ ΑΡΝΕΙΤΑΙ ΝΑ ΕΠΙΣΤΡΕΨΕΙ ΣΤΟΝ ΧΡΥΣΗ ΤΗΝ ΧΡΥΣΗΙΔΑ LUCA FERRARI

"Μὴ δ᾿ οὕτως ἀγαθός περ ἐὼν, θεοείκελ᾿ Ἀχιλλεῦ, κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. ἦ ἐθέλεις ὄφρ᾿ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ᾿ αὔτως ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ᾿ ἀποδοῦναι; ἀλλ᾿ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται· εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι."Τὸν δ᾿ ἀπαμειϐόμενος προσέφη κρείων Ἀγαμέμνων·
 
Tὸν δ᾿ ἄρ᾿ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Ὤ μοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν  ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ᾿ ἤλυθον αἰχμητάωνδεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· οὐ γὰρ πώποτ᾿ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, οὐδέ ποτ᾿ ἐν Φθίῃ ἐριϐώλακι βωτιανείρῃ  καρπὸν ἐδηλήσαντ᾿, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· ἀλλὰ σοί, ὦ μέγ᾿ ἀναιδὲς, ἅμ᾿ ἑσπόμεθ᾿ ὄφρα σὺ χαίρῃς,
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα, πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ᾿ ἀλεγίζεις·
ΑΧΙΛΛΕΑΣ ΚΑΙ ΑΓΑΜΕΜΝΩΝ ΣΕ ΔΙΑΦΩΝΙΑ  Johann Heinrich Tischbein 1776
 
...στῆ δ᾿ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα οἴῳ φαινομένη· τῶν δ᾿ ἄλλων οὔ τις ὁρᾶτο· θάμϐησεν δ᾿ Ἀχιλεύς, μετὰ δ᾿ ἐτράπετ᾿, αὐτίκα δ᾿ ἔγνω Παλλάδ᾿ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Τίπτ᾿ αὖτ᾿, αἰγιόχοιο Διὸς τέκος, εἰλήλουθας; ἦ ἵνα ὕϐριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
ἀλλ᾿ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· ᾗσ’ ὑπεροπλίῃσι τάχ᾿ ἄν ποτε θυμὸν ὀλέσσῃ.»



Η ΑΘΗΝΑ ΕΠΕΜΒΑΙΝΕΙ ΣΤΗΝ ΦΙΛΟΝΙΚΙΑ ΑΧΙΛΛΕΩΣ ΑΓΑΜΕΜΝΟΝΑ 17 ΑΙΩΝ. Peter Paul Rubens Museum Boijmans van Beuningen, Rotterdam.

 Ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ᾿ Ἀγαμέμνων λῆγ᾿ ἔριδος τὴν πρῶτον ἐπηπείλησ᾿ Ἀχιλῆϊ, ἀλλ᾿ ὅ γε Ταλθύϐιόν τε καὶ Εὐρυϐάτην προσέειπε,  τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
«Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· χειρὸς ἑλόντ᾿ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.»
 
 Ο ΕΥΡΥΒΑΤΗΣ ΚΑΙ ΤΑΛΘΥΒΙΟΣ ΟΔΗΓΟΥΝ ΤΗΝ ΒΡΥΣΗΙΔΑ ΣΤΟΝ ΑΓΑΜΕΜΝΩΝΑ,1757 ,ΤΟΙΧΟΓΡΑΦΙΑ Villa Valmarana, Vicenza
 
Ὥς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾿ ἑταίρῳ,  ἐκ δ᾿ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, δῶκε δ᾿ ἄγειν· τὼ δ᾿ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
Ο ΠΑΤΡΟΚΛΟΣ ΠΑΡΑΔΙΔΕΙ ΤΗΝ ΒΡΥΣΗΙΔΑ ΣΤΟΥΣ ΑΠΕΣΤΑΛΜΕΝΟΥΣ ΤΟΥ ΑΓΑΜΕΜΝΩΝΑ  1814  Pierre-Edme-Louis Pellier
 
τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι Ζεὺς ὑψιϐρεμέτης· νῦν δ᾿ οὐδέ με τυτθὸν ἔτισεν·
ἦ γάρ μ᾿ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων  ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.»
Ὣς φάτο δάκρυ χέων, τοῦ δ᾿ ἔκλυε πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
καρπαλίμως δ᾿ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾿ ὀμίχλη, καί ῥα πάροιθ᾿ αὐτοῖο καθέζετο δάκρυ χέοντος,
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζε·

 
ΔΑΚΡΥΣΜΕΝΟΣ Ο ΑΧΙΛΛΕΑΣ ΜΑΚΡΑΙΝΕΙ ΑΠΟ ΤΟΥΣ ΣΥΝΤΡΟΦΟΥΣ ΤΟΥ ΚΑΙ ΤΟ ΑΠΕΡΑΝΤΟ ΠΕΛΑΓΟΣ ΑΤΕΝΙΖΟΝΤΑΣ ΕΠΙΚΑΛΕΙΤΑΙ ΤΗΝ ΜΗΤΕΡΑ ΤΟΥ ΘΕΤΙΔΑ
Η ΘΕΤΙΣ ΠΑΡΗΓΟΡΕΙ ΤΟΝ ΑΧΙΛΛΕΑ Giovanni Battista Tiepolo 1775  ΤΟΙΧΟΓΡΑΦΙΑ Villa Valmarana, Vicenza

Θέτις δ᾿ οὐ λήθετ᾿ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλ᾿ ἥ γ᾿ ἀνεδύσετο κῦμα θαλάσσης.


ἠερίη δ᾿ ἀνέϐη μέγαν οὐρανὸν Οὔλυμπόν τε.εὗρεν δ᾿ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·καί ῥα πάροιθ᾿ αὐτοῖο καθέζετο, καὶ λά...ϐε γούνων
σκαιῇ, δεξιτερῇ δ᾿ ἄρ᾿ ὑπ᾿ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
«Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ᾿ ἀθανάτοισιν ὄνησα  ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·"

ΚΑΙ Η ΘΕΤΙΣ ΓΟΡΓΑ ΞΕΠΡΟΒΑΛΛΕ ΑΠΟ ΤΗΣ ΘΑΛΑΣΣΑΣ ΤΟ ΚΥΜΑ ΚΑΙ ΠΕΤΑΞΕ ΠΑΝΩ ΣΤΟΥ ΟΛΥΜΠΟΥ ΤΗΝ ΠΙΟ ΨΗΛΗ ΚΟΡΦΗ...ΟΠΟΥ ΒΡΗΚΕ ΤΟΝ ΓΥΙΟ ΤΟΥ ΚΡΟΝΟΥ ΤΟΝ ΒΡΟΝΤΟΛΑΛΟ ΜΟΝΑΧΟ ΚΑΙ ΤΟ ΓΟΝΑ ΤΟΥ ΕΠΙΑΣΕ ΜΕ ΤΟ ΔΕΞΙ...







ΔΙΑΣ ΚΑΙ ΘΕΤΙΣ Julien de Parme 1760 Palazzo Pitti, Galleria
 
Ἀτρεΐδης δ᾿ ἄρα νῆα θοὴν ἅλαδὲ προέρυσσεν,
ἐν δ᾿ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ᾿ ἑκατόμϐην
Α 310 βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
εἷσεν ἄγων· ἐν δ᾿ ἀρχὸς ἔϐη πολύμητις Ὀδυσσεύς.

Οἳ μὲν ἔπειτ᾿ ἀναϐάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
... λαοὺς δ᾿ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
οἳ δ᾿ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
ἕρδον δ᾿ Ἀπόλλωνι τεληέσσας ἑκατόμϐας
ταύρων ἠδ᾿ αἰγῶν παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο·
κνίση δ᾿ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.

Στην Ιλιάδα συναντούμε πρώτη φορά τον Οδυσσέα στην ΡΑΨ. Α . ΣΤΙΧ. 310, όπου συνοδεύει την Χρυσηίδα με τις καλές παρειές ,στον πατέρα της, ως αργηγός της αποστολής. Όταν δε αφίχθη στον Χρύση άγων ιερήν εκατόμβητου εκηβόλου Απόλλωνος, στου προσφιλούς πατρός το χέρι την παρέδωσε και είπε. « Χρύση, με προέπεμψεν ο άναξ ανδρών Αγαμέμνων την παίδα να σου δώσω, και στον Φοίβο ιερήν εκατόμβη να θυσιάσω υπέρ των Δανών, για να εξιλεώσουμε τον άνακτα ο οποίος τώρα στους Αργείους πολυστέναχτες λύπες έστειλεν» 

 Ο ΟΔΥΣΣΕΑΣ ΕΠΙΣΤΡΕΦΕΙ ΤΗΝ ΧΡΥΣΗΙΔΑ ΣΤΟΝ ΠΑΤΕΡΑ ΤΗΣ ΥΠΟ ΤΟΥ ΑΠΟΛΛΩΝΟΣ ΤΟ ΒΛΕΜΜΑ! Benjamin West 1771 new york historical society museum

 
 Τίς δ᾿ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.»
ΔΕΝ ΞΕΦΥΓΕ ΑΠΟ ΤΗΝ ΜΑΤΙΑ ΤΗΣ ΗΡΑΣ ΟΤΙ ΗΡΘΕ Η ΘΕΤΙΣ  Η κόρη η χιοναστράγαλη του θαλασσογερόντου·
κι ευτύς στο γιο του Κρόνου εγύρισε, μιλά και τον κεντρίζει

Η ΗΡΑ ΜΕ ΤΟ ΠΑΓΩΝΙ ΤΗΣ VILLA FARNESINA ΡΩΜΗ BALDAZZARE PERUZZI 1517

«Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους  εἰδήσειν· χαλεποί τοι ἔσοντ᾿ ἀλόχῳ περ ἐούσῃ·
ἀλλ᾿ ὃν μέν κ᾿ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ᾿ ἀνθρώπων·
ὃν δέ κ᾿ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.» ...........
Τὴν δ᾿ ἀπαμειϐόμενος προσέφη νεφεληγερέτα Ζεύς·
«Δαιμονίη, αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω· πρῆξαι δ᾿ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ᾿ ἀπὸ θυμοῦ
μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται. εἰ δ᾿ οὕτω τοῦτ᾿ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
ἀλλ᾿ ἀκέουσα κάθησο, ἐμῷ δ᾿ ἐπιπείθεο μύθῳ,  μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ᾿ ἐν Ὀλύμπῳ ἆσσον ἰόνθ᾿, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.»

ΑΣΤΡΑΨΕ ΚΑΙ ΒΡΟΝΤΗΞΕ Ο ΖΕΥΣ ΚΑΙ ΑΠΑΝΤΗΣΕ ΣΤΗΝ  ΖΗΛΕΙΑ ΤΗΣ ΗΡΑΣ "Μόν᾿ κάθου κι άκουε κάθε λόγο μου, και μη μου βγάζεις άχνα,μην έρθω αυτού και ρίξω απάνω σου τ᾿ ανίκητα μου χέρια, και τότε πια δε θα σε γλίτωναν όλοι οι θεοί του Ολύμπου.»


Ο ΖΕΥΣ!  ΤΟΙΧΟΓΡΑΦΙΑ 1589 -1592 Jacopo Zucchi Palazzo Ruspoli, ΡΩΜΗ

Ὥς ἔφατ᾿ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, καί ῥ᾿ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
Δείλιασε βοϊδομάτη Ήρα ομπρός του, και κόμπο το φιλοκαρδι της  δένοντας, δίχως μιλιά εκαθόταν

ΔΙΑΣ ΗΡΑ  Gavin Hamilton Juno and Jupiter 18 ΑΙΩΝ.  Holkham Hall, Norfolk

Ἦ δὴ λοίγια ἔργα τάδ᾿ ἔσσεται οὐδ᾿ ἔτ᾿ ἀνεκτά,
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον·
Ο ΟΜΗΡΟΣ μας διηγείται μέσω του Ηφαίστου  πως ο Δίας που δεν άντεχε άλλο την αρρωστημένη ζήλια της Ήρας, σε ένα καβγά τους πήρε το μέρος της μητέρας του. Ο πατέρας του τότε, θολωμένος καθώς ήταν από την οργή του, άρπαξε τον  γιο του,  και τον πέταξε μ' όλη του τη δύναμη κάτω από τον Όλυμπο. Ο Ήφαιστος μια ολόκληρη μέρα στροβιλιζόταν στην ατμόσφαιρα και τελικά κατέληξε με ορμή πάνω στη Λήμνο.

ΗΦΑΙΣΤΟΣ Guillaume Coustou the Younger 1742 ΜΟΥΣΕΙΟ ΛΟΥΒΡΟΥ
Ο Όμηρος στην ΡΑΨ.Σ μας πληροφορεί ότι ο θεϊκός σιδηρουργός είχε στημένο το εργαστήρι του πάνω στον Όλυμπο, όπου πήγε να τον βρεί η ΘΕΤΙΣ για να παραγγείλει τα όπλα του ΑΧΙΛΛΕΑ. Εκεί μέσα περνούσε όλη του τη μέρα και με τα εργαλεία του, το σφυρί, το αμόνι και το φυσερό μαστόρευε συνέχεια. Το εργαστήρι του ήταν πλήρως εξοπλισμένο. Έκαιγαν συγχρόνως είκοσι καμίνια που με τη διαταγή του θεού δυνάμων...αν τις φλόγες τους και σκορπούσαν τόση θερμότητα, όση χρειαζόταν ο μάστορας για να επεξεργαστεί το χαλκό, το ασήμι και το χρυσάφι.
Ο Ήφαιστος έκανε πάρα πολλές κατασκευές για τον εαυτό του μα και πάρα πολλά δώρα στους θεούς. Το παλάτι του ήταν περίλαμπρο,ολόκληρο από ατόφιο χρυσάφι, σκαλισμένο και δουλεμένο και γεμάτο από διάφορα στολίδια από ζαφείρια και διαμάντια.
Η σύνδεση του Ήφαιστου όμως με τη Λήμνο είναι διάχυτη σ' όλους τους σχετικούς μύθους και εκεί ήταν ιδιαίτερα διαδομένη η λατρεία του.
 

 ΤΟ ΟΠΛΟΠΟΥΡΓΕΙΟ ΤΟΥ ΗΦΑΙΣΤΟΥ Diego Velázquez 1630 The Prado Museum ΜΑΔΡΙΤΗ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου